Σήμερα 22 Νοεμβρίου 2021 εορτάζουν:
- Όσιος Ιάκωβος (Τσαλίκης), ο Θεοφόρος, καθηγούμενος της Ιεράς Μονής Οσίου Δαυΐδ του εν Ευβοία
- Άγιοι Φιλήμων ο Απόστολος, Άρχιππος, Ονήσιμος και Απφία
- Άγιοι Κικιλία, Βαλεριανός και Τιβούρτιος
- Όσιος Αββάς
- Άγιος Μάξιμος ο Καπιτουλάριος
- Άγιοι Μάρκος, Στέφανος και Μάρκος
- Άγιος Προκόπιος ο Παλαιστίνιος
- Άγιος Μένιγνος ο κναφέας
- Όσιος Κάλλιστος ο Β’, Πατριάρχης Κωνσταντινούπολης
- Άγιοι Χριστόφορος και Ευφημία
- Άγιοι Θαλαλαίος και Άνθιμος
- Άγιος Θαδδαίος
- Άγιος Αγαπίων ο Ρωμαίος
- Άγιος Αγάπιος
- Άγιος Σισίνιος ο Ιερομάρτυρας
- Άγιος Κλήμης ο Θαυματουργός επίσκοπος Αχρίδας της Βουλγαρίας
- Όσιος Γερμανός Ιδρυτής Ιεράς Μονής Εικοσιφοινίσσης
Όσιος Ιάκωβος (Τσαλίκης), ο Θεοφόρος, καθηγούμενος της Ιεράς Μονής Οσίου Δαυΐδ του εν Ευβοία
Ημερομηνία Εορτής:
22/11/2021
Τύπος εορτής:
Σταθερή. Εορτάζει στις 22 Νοεμβρίου εκάστου έτους.
Νηστεία – Επιτρέπεται το ψάρι
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐβοίας τὸν ἔφορον, καὶ κοινοβίου Δαυΐδ, σεπτὸν προεξάρχοντα, καὶ τοῦ λαοῦ ποδηγόν, Ἰάκωβον ὅσιον, δεῦτε ἐν εὐφροσύνῃ, καταστέψωμεν ὕμνοις, οὗτος γὰρ ἐντυγχάνει, τῷ Χριστῷ ὑπὲρ πάντων, παρέχει δὲ τοῖς ἀνθρώποις, χάριν καὶ ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Έτερον Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, καταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας χαρμονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυῒδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες, χαίροις θεόφρον Ἰάκωβε ὅσιε.
Μεγαλυνάριον
Χαίροις τῆς Εὐβοίας ὁ στολισμός, καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ ὁσίου πατρὸς Δαυΐδ. Χαίροις ὀρθοδόξων, ὁ βοηθὸς ἐν πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.
Έτερον Μεγαλυνάριον
Χαίροις, ἰαμάτων ὁ ποταμός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰάκωβε θεόφρον, Εὐβοίας ὁ κοσμήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδημος.
Ὁ Οἶκος
Βίβλος ἐγγεγραμμένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε μάκαρ· τῆς Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούμενος, χορῷ τῶν Σεραφεὶμ μελπόντων·
Χαῖρε, τὸ ἅρμα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.
Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυμα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστημα.
Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας μυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεωρίας νηπτικῆς.
Χαῖρε, οὐρανοδρόμος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.
Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.
Χαῖρε, εἰς ὕψος ἀρθεὶςθεωρίας· χαῖρε, ἐκκύπτων ἐμῇ τῇ καρδίᾳ·
Κάθισμα
Ἦχος δ΄.Κατεπλάγη Ἰωσήφ.
Ἐν μοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ θεοπρεπής, ἀναβλυστάνων χαρίσματα ἰαμάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόμιλον, ἔθραυσας σατάν, τὰ μηχανήματα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀντιλήψεις θεότιμε, πιστοῖς παρέχων, πταισμάτων λύσιν, παντελεῆμον Ἰάκωβε.
Έτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χειρί σου εὐαγεῖ, ἐν ἡμέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίμνην, δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήμερον, ὑμνολογοῦμεν ἀξίως, τῶν καμάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρμονήν, τὰς ὕβρεις δεχόμενος, ὡσεὶ ὄλβον πολύτιμον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κενώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιμόνωνἐκφεύγεις, τὴν ῥύμην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάμπους θεόφρονος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς εὐφημοῦσι, τὴν πάντιμον μνήμην σου.
saint.gr
Σχετικά Άρθρα
Αγρίνιο: Ο νεαρός Άκης Καραχρήστος έχασε τη ζωή του στον Κόμβο Μεγάλης Χώρας
Τραγωδία στο Αγρίνιο: Κλινικά νεκρή η 17χρονη, αδερφή του 21χρονου που σκοτώθηκε στο τροχαίο
Αγρίνιο: Συνελήφθη ο 37χρονος για το θανατηφόρο τροχαίο στον Κόμβο της Μεγάλης Χώρας